Η Αλήθεια πάντα φαίνετε
Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν, ἣ Μούσας τέκνωσ᾽ ἱεράς, ὁσίας, λιγυφώνους, ἐκτὸς ἐοῦσα κακῆς λήθης βλαψίφρονος αἰεί, πάντα νόον συνέχουσα βροτῶν ψυχαῖσι σύνοικον, εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν, ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα, ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατ<ά>θηται, οὔτι παρεκβαίνουσ᾽, ἐπεγείρουσα φρένα πᾶσιν. ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε εὐιέρου τελετῆς, λήθην δ᾽ ἀπὸ τῶν δε ἀπόπεμπε.
No comments:
Post a Comment